Rom. 1:1
Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος
ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
Rom. 1:2
ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ
ἐν γραφαῖς ἁγίαις
Rom. 1:3
περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ
γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
Rom. 1:4
τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν
δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν,
Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
Rom. 1:5
δι᾿ οὗ ἐλάβομεν
χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν
πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν
ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Rom. 1:6
ἐν οἷς ἐστε
καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
Rom. 1:7 πᾶσιν τοῖς οὖσιν ἐν
Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις,
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ
θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου
Ἰησοῦ Χριστοῦ.
1Cor. 1:1
Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ
θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
1Cor. 1:2
τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ
οὔσῃ ἐν Κορίνθῳ,
ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς
ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις
τὸ ὄνομα τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ,
αὐτῶν καὶ ἡμῶν·
1Cor. 1:3 χάρις ὑμῖν καὶ εἰρήνη
ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ
κυρίου Ἰησοῦ Χριστοῦ.
2Cor. 1:1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος
θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ
θεοῦ τῇ οὔσῃ
ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις
πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ
τῇ Ἀχαΐᾳ,
Gal. 1:1
Παῦλος ἀπόστολος οὐκ ἀπ᾿
ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπου ἀλλὰ
διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ
πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
Gal. 1:2
καὶ οἱ σὺν
ἐμοὶ πάντες ἀδελφοὶ ταῖς ἐκκλησίαις
τῆς Γαλατίας,
Eph. 1:1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος
θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν
[ἐν Ἐφέσῳ] καὶ πιστοῖς ἐν
Χριστῷ Ἰησοῦ,
Phil. 1:1
Παῦλος καὶ Τιμόθεος δοῦλοι
Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις
ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν
ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις,
Col. 1:1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος
θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
Col. 1:2
τοῖς ἐν Κολοσσαῖς
ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ,
1Th. 1:1
Παῦλος καὶ Σιλουανὸς καὶ
Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ
καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,
2Th. 1:1
Παῦλος καὶ Σιλουανὸς καὶ
Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ
ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,
1Tim. 1:1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾿ ἐπιταγὴν
θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ
Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
1Tim. 1:2
Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει,
2Tim. 1:1
Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος
θεοῦ κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ
Ἰησοῦ
2Tim. 1:2
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ,
Titus 1:1
Παῦλος δοῦλος θεοῦ, ἀπόστολος
δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν
ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας
τῆς κατ᾿ εὐσέβειαν
Titus 1:2
ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, ἣν
ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων
αἰωνίων,
Titus 1:3
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ
ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ
σωτῆρος ἡμῶν θεοῦ,
Titus 1:4
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν
πίστιν,
Philem. 1 Παῦλος
δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος
ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ
συνεργῷ ἡμῶν
Philem. 2 καὶ Ἀπφίᾳ
τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ
συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿
οἶκόν σου ἐκκλησίᾳ,
James 1:1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ
Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς
ταῖς ἐν τῇ
διασπορᾷ χαίρειν.
1Pet. 1:1
Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας,
1Pet. 1:2
κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν
ἁγιασμῷ πνεύματος εἰς ὑπακοὴν καὶ
ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ,
2Pet. 1:1
Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ
Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν
πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ
σωτῆρος Ἰησοῦ Χριστοῦ,
Jude 1
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος,
ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ
πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ
τετηρημένοις κλητοῖς·