Acts 1:10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν
πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
Acts 1:11 οἳ καὶ εἶπαν· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε
[ἐμ]βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανὸν
οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Acts 1:16 ἄνδρες
ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος
Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
Acts 1:21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν
παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
Acts 2:5 Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς
ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
Acts 2:14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν
τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες,
τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Acts 2:22 Ἄνδρες
Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον
ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ
θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε,
Acts 2:29 Ἄνδρες
ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ
ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
Acts 2:31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι
οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
Acts 2:37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν
τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
Acts 2:38 Πέτρος δὲ πρὸς αὐτούς· μετανοήσατε,
[φησίν,] καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς
ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος.
Acts 3:2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο,
ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν
ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
Acts 3:6 εἶπεν δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ
ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ
Ναζωραίου [ἔγειρε καὶ] περιπάτει.
Acts 3:12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται,
τί θαυμάζετε ἐπὶ τούτῳ ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν
τοῦ περιπατεῖν αὐτόν;
Acts 3:14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε
καὶ ᾐτήσασθε ἄνδρα
φονέα χαρισθῆναι ὑμῖν,
Acts 4:4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν
καὶ ἐγενήθη [ὁ] ἀριθμὸς τῶν ἀνδρῶν [ὡς] χιλιάδες πέντε.
Acts 4:9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου
ἀσθενοῦς ἐν τίνι οὗτος σέσωται,
Acts 4:10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ
Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ
θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Acts 4:12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία,
οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις
ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Acts 4:13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν
καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον
ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
Acts 4:14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν
τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
Acts 4:16 λέγοντες· τί ποιήσωμεν τοῖς ἀνθρώποις
τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾿ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ
φανερὸν καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι·
Acts 4:17 ἀλλ᾿ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν
λαὸν ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
Acts 4:22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος
ἐφ᾿ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Acts 5:1 Ἀνὴρ
δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
Acts 5:4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ
σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις
ἀλλὰ τῷ θεῷ.
Acts 5:9 ὁ δὲ Πέτρος πρὸς αὐτήν· τί ὅτι συνεφωνήθη
ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ
τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
Acts 5:10 ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ
καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν καὶ ἐξενέγκαντες ἔθαψαν
πρὸς τὸν ἄνδρα
αὐτῆς,
Acts 5:14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ
κυρίῳ, πλήθη ἀνδρῶν
τε καὶ γυναικῶν,
Acts 5:25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι
ἰδοὺ οἱ ἄνδρες
οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Acts 5:28 λέγων· [οὐ] παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν
μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς
διδαχῆς ὑμῶν καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου
τούτου.
Acts 5:29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν·
πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Acts 5:34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος
ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους
ποιῆσαι
Acts 5:35 εἶπέν τε πρὸς αὐτούς· ἄνδρες Ἰσραηλῖται,
προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
Acts 5:36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς
λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες
ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Acts 5:38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων
τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο,
καταλυθήσεται,
Acts 6:3 ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν
μαρτυρουμένους ἑπτά, πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας
ταύτης,
Acts 6:5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ
πλήθους καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρης πίστεως καὶ πνεύματος ἁγίου, καὶ Φίλιππον
καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα,
Acts 6:11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν
αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν.
Acts 6:13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος
οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου [τούτου] καὶ τοῦ νόμου·
Acts 7:2 ὁ δὲ ἔφη·
Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι
αὐτὸν ἐν Χαρρὰν
Acts 7:26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις
καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Acts 7:56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς
διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
Acts 8:2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς
καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.
Acts 8:3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ
τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Acts 8:5 Φίλιππος δὲ κατελθὼν εἰς [τὴν] πόλιν τῆς
Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Acts 8:9 Ἀνὴρ
δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς
Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
Acts 8:12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ
περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ
Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε
καὶ γυναῖκες.
Acts 8:27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ
εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς,
ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
Acts 9:2 ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν
πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε
καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
Acts 9:7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες
μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
Acts 9:12 καὶ εἶδεν
ἄνδρα [ἐν ὁράματι] Ἁνανίαν ὀνόματι
εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.
Acts 9:13 ἀπεκρίθη δὲ Ἁνανίας· κύριε, ἤκουσα ἀπὸ
πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν
Ἰερουσαλήμ·
Acts 9:33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι
Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
Acts 9:34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί
σε Ἰησοῦς Χριστός·
ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
Acts 9:38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ
μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς
αὐτὸν παρακαλοῦντες· μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
Acts 10:1 Ἀνὴρ
δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Acts 10:5 καὶ νῦν πέμψον ἄνδρας εἰς
Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος·
Acts 10:17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν
εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες
τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
Acts 10:19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος
εἶπεν [αὐτῷ] τὸ πνεῦμα· ἰδοὺ ἄνδρες τρεῖς ζητοῦντές σε,
Acts 10:21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν·
ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;
Acts 10:22 οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος
καὶ φοβούμενος τὸν θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη
ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ
σοῦ.
Acts 10:26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· ἀνάστηθι·
καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
Acts 10:28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν
ἐστιν ἀνδρὶ
Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ
ἀκάθαρτον λέγειν ἄνθρωπον·
Acts 10:30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας
μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν
μου ἐν ἐσθῆτι λαμπρᾷ
Acts 10:36 τὸν λόγον [ὃν] ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ
εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστιν πάντων κύριος,
Acts 10:48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ
βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
Acts 11:3 λέγοντες ὅτι εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν
ἔχοντας καὶ συνέφαγες αὐτοῖς.
Acts 11:11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν
ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Acts 11:12 εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς
μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι καὶ εἰσήλθομεν εἰς
τὸν οἶκον τοῦ ἀνδρός.
Acts 11:17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ
θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν
Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι
τὸν θεόν;
Acts 11:20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι
καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστὰς
εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν.
Acts 11:24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως.
καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
Acts 12:22 ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
Acts 13:6 Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου
εὗρον ἄνδρα
τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ
Acts 13:7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ
συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον
τοῦ θεοῦ.
Acts 13:15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν
προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί,
εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
Acts 13:16 Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ
χειρὶ εἶπεν· ἄνδρες
Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
Acts 13:21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς
ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα,
Acts 13:22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ
αὐτοῖς εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ
τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
Acts 13:26 Ἄνδρες
ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς
σωτηρίας ταύτης ἐξαπεστάλη.
Acts 13:38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί,
ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε
ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
Acts 14:8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς
ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν.
Acts 14:11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν
τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις
κατέβησαν πρὸς ἡμᾶς,
Acts 14:15 καὶ λέγοντες· ἄνδρες, τί ταῦτα ποιεῖτε;
καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν
ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν
θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
Acts 15:7 Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος
εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων
ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου
καὶ πιστεῦσαι.
Acts 15:13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος
λέγων· ἄνδρες
ἀδελφοί, ἀκούσατέ μου.
Acts 15:17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων
τὸν κύριον καὶ πάντα τὰ ἔθνη ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει
κύριος ποιῶν ταῦτα
Acts 15:22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς
πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ
καὶ Βαρναβᾷ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους
ἐν τοῖς ἀδελφοῖς,
Acts 15:25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ἐκλεξαμένοις ἄνδρας πέμψαι
πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
Acts 15:26 ἀνθρώποις
παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Acts 16:9 Καὶ ὅραμα διὰ [τῆς] νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών
τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
Acts 16:17 αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν
λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν,
οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
Acts 16:18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας.
διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· παραγγέλλω σοι ἐν ὀνόματι
Ἰησοῦ Χριστοῦ
ἐξελθεῖν ἀπ᾿ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
Acts 16:20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς
εἶπαν· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι
ὑπάρχοντες,
Acts 16:35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ
στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς
ἀνθρώπους ἐκείνους.
Acts 16:37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς
δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς
φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
Acts 17:5 Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι
τῶν ἀγοραίων ἄνδρας
τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος
ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον·
Acts 17:12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ
τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
Acts 17:22 Σταθεὶς δὲ [ὁ] Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου
πάγου ἔφη· ἄνδρες
Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.
Acts 17:25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων
θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
Acts 17:26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων
κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας
τῆς κατοικίας αὐτῶν
Acts 17:29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν
νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου,
τὸ θεῖον εἶναι ὅμοιον.
Acts 17:30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν
ὁ θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν,
Acts 17:31 καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν
τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν
ἐκ νεκρῶν.
Acts 17:34 τινὲς δὲ
ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν,
ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
Acts 18:13 λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὗτος
τοὺς ἀνθρώπους
σέβεσθαι τὸν θεόν.
Acts 18:24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς
τῷ γένει, ἀνὴρ
λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
Acts 19:7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ
δώδεκα.
Acts 19:16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος
ἐπ᾿ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρόν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ᾿ αὐτῶν
ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
Acts 19:25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα
ἐργάτας εἶπεν· ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία
ἡμῖν ἐστιν
Acts 19:35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον
φησίν· ἄνδρες
Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν
νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς;
Acts 19:37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους
οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
Acts 20:30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες
λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
Acts 21:11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην
τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· τάδε λέγει τὸ πνεῦμα
τὸ ἅγιον· τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι
καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
Acts 21:23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες
εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν.
Acts 21:26 Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ
ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθείς, εἰσῄει εἰς τὸ ἱερὸν διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν
τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
Acts 21:28 κράζοντες·
ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός
ἐστιν ὁ ἄνθρωπος
ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι
τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
Acts 21:38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων
τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν
σικαρίων;
Acts 21:39 εἶπεν δὲ ὁ Παῦλος· ἐγὼ ἄνθρωπος
μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ
σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
Acts 22:1 Ἄνδρες
ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
Acts 22:3 ἐγώ εἰμι
ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν
Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιὴλ
πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς
πάντες ὑμεῖς ἐστε σήμερον·
Acts 22:4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου
δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Acts 22:12 Ἁνανίας δέ τις, ἀνὴρ εὐλαβὴς
κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
Acts 22:15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους
ὧν ἑώρακας καὶ ἤκουσας.
Acts 22:25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν
πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν
μαστίζειν;
Acts 22:26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ
χιλιάρχῳ ἀπήγγειλεν λέγων· τί μέλλεις ποιεῖν; ὁ γὰρ
ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
Acts 23:1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί,
ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
Acts 23:6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν
Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί,
ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων, περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι.
Acts 23:9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες
τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν
εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ
ἄγγελος;
Acts 23:21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν
γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς
μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι
τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
Acts 23:27 Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα
ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.
Acts 23:30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι
ἐξαυτῆς ἔπεμψα πρὸς σὲ παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν [τὰ] πρὸς αὐτὸν ἐπὶ
σοῦ.
Acts 24:5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον
λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην
πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
Acts 24:16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν
ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
Acts 24:24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ
σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ
περὶ τῆς εἰς Χριστὸν
Ἰησοῦν πίστεως.
Acts 25:5 οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες
εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
Acts 25:14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ
Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων·
ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ
Φήλικος δέσμιος,
Acts 25:16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις
χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον
ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
Acts 25:17 συνελθόντων οὖν [αὐτῶν] ἐνθάδε ἀναβολὴν
μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
Acts 25:22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον· ἐβουλόμην
καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Acts 25:23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ
τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε
χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος
τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
Acts 25:24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ
πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν
Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε βοῶντες μὴ δεῖν αὐτὸν ζῆν
μηκέτι.
Acts 26:31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους
λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιόν [τι] πράσσει ὁ ἄνθρωπος
οὗτος.
Acts 26:32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· ἀπολελύσθαι ἐδύνατο
ὁ ἄνθρωπος
οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Acts 27:10 λέγων αὐτοῖς· ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως
καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν
ἔσεσθαι τὸν πλοῦν.
Acts 27:21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς
ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης
κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Acts 27:25 διὸ εὐθυμεῖτε, ἄνδρες·
πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ᾿ ὃν τρόπον λελάληταί μοι.
Acts 28:4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ
θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος
οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
Acts 28:17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι
αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς·
ἐγώ, ἄνδρες
ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων
παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
Acts 28:31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων
τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
Rom. 1:1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος
ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
Rom. 1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ
πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
Rom. 1:6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
Rom. 1:7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ,
κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Rom. 1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ
περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Rom. 1:18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ
ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
Rom. 1:23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ
ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
Rom. 2:1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε
πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις
ὁ κρίνων.
Rom. 2:3 λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε
ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ
θεοῦ;
Rom. 2:9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου
τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
Rom. 2:16 ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων
κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.
Rom. 2:29 ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ
περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων
ἀλλ᾿ ἐκ τοῦ θεοῦ.
Rom. 3:4 μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς
δὲ ἄνθρωπος
ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν
τῷ κρίνεσθαί σε.
Rom. 3:5 εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην
συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον
λέγω.
Rom. 3:22 δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς
πάντας τοὺς πιστεύοντας. οὐ γάρ ἐστιν διαστολή,
Rom. 3:24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ
τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
Rom. 3:28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον
χωρὶς ἔργων νόμου.
Rom. 4:6 καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν
τοῦ ἀνθρώπου
ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων·
Rom. 4:8 μακάριος
ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.
Rom. 5:1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν
πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Rom. 5:6 Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν
ἀπέθανεν.
Rom. 5:8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς
ὁ θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
Rom. 5:11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ
θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾿ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
Rom. 5:12 Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου
ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς
πάντας ἀνθρώπους
ὁ θάνατος διῆλθεν, ἐφ᾿ ᾧ πάντες ἥμαρτον·
Rom. 5:15 Ἀλλ᾿ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ
χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις
τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ
Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
Rom. 5:17 εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος
ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς
δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
Rom. 5:18 Ἄρα οὖν ὡς δι᾿ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους
εἰς κατάκριμα, οὕτως καὶ δι᾿ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους
εἰς δικαίωσιν ζωῆς·
Rom. 5:19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου
ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι
κατασταθήσονται οἱ πολλοί.
Rom. 5:21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ
θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ
κυρίου ἡμῶν.
Rom. 6:3 ἢ ἀγνοεῖτε ὅτι, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν,
εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
Rom. 6:4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος
εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως
καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
Rom. 6:6 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος
συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
Rom. 6:8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ,
πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ,
Rom. 6:9 εἰδότες ὅτι
Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι
ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
Rom. 6:11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς [εἶναι]
νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ.
Rom. 6:19 Ἀνθρώπινον
λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα
τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν
δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Rom. 6:23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ
δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
Rom. 7:1 Ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσιν γὰρ νόμον
λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾿ ὅσον χρόνον ζῇ;
Rom. 7:2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται
νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
Rom. 7:3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς
μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα
ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.
Rom. 7:4 ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε
τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι,
ἵνα καρποφορήσωμεν τῷ θεῷ.
Rom. 7:22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν
ἔσω ἄνθρωπον,
Rom. 7:24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος·
τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
Rom. 7:25 χάρις δὲ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ
κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
Rom. 8:1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ.
Rom. 8:2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ
ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
Rom. 8:9 ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι,
εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα
Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν
αὐτοῦ.
Rom. 8:10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ
δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
Rom. 8:11 εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν
ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν
διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν.
Rom. 8:17 εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι
μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.
Rom. 8:34 τίς ὁ κατακρινῶν; Χριστὸς [Ἰησοῦς]
ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει
ὑπὲρ ἡμῶν.
Rom. 8:35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα;
Rom. 8:39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα
δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
Rom. 9:1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ
ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ,
Rom. 9:3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ
τοῦ Χριστοῦ
ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
Rom. 9:5 ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ
κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
Rom. 9:20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος
τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως;
Rom. 10:4 τέλος γὰρ νόμου Χριστὸς εἰς
δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Rom. 10:5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ
[τοῦ] νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
Rom. 10:6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει·
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστιν Χριστὸν
καταγαγεῖν·
Rom. 10:7 ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿
ἔστιν Χριστὸν
ἐκ νεκρῶν ἀναγαγεῖν.
Rom. 10:17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ.
Rom. 11:4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον
ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
Rom. 12:5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ
δὲ καθ᾿ εἷς ἀλλήλων μέλη.
Rom. 12:17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες,
προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
Rom. 12:18 εἰ δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων
εἰρηνεύοντες·
Rom. 13:14 ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ
τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
Rom. 14:9 εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανεν καὶ ἔζησεν,
ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Rom. 14:15 εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται,
οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
Rom. 14:18 ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ Χριστῷ εὐάρεστος
τῷ θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.
Rom. 14:20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ
θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
Rom. 15:3 καὶ γὰρ ὁ
Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ
καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾿ ἐμέ.
Rom. 15:5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως
δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,
Rom. 15:6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε
τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Rom. 15:7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς
προσελάβετο ὑμᾶς εἰς δόξαν τοῦ θεοῦ.
Rom. 15:8 λέγω γὰρ
Χριστὸν διάκονον γεγενῆσθαι
περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
Rom. 15:16 εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ
εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν
εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
Rom. 15:17 ἔχω οὖν [τὴν] καύχησιν ἐν Χριστῷ Ἰησοῦ
τὰ πρὸς τὸν θεόν·
Rom. 15:18 οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿
ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
Rom. 15:19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει
πνεύματος [θεοῦ]· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι
τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
Rom. 15:20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι
οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
Rom. 15:29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι
εὐλογίας Χριστοῦ
ἐλεύσομαι.
Rom. 15:30 Παρακαλῶ δὲ ὑμᾶς [, ἀδελφοί,] διὰ τοῦ
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί
μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
Rom. 16:3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς
συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
Rom. 16:5 καὶ τὴν κατ᾿ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε
Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.
Rom. 16:7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς
συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις,
οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
Rom. 16:9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ
Στάχυν τὸν ἀγαπητόν μου.
Rom. 16:10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε
τοὺς ἐκ τῶν Ἀριστοβούλου.
Rom. 16:16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται
ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.
Rom. 16:18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ
δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν
τὰς καρδίας τῶν ἀκάκων.
Rom. 16:25 [Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν
μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις
σεσιγημένου,
Rom. 16:27 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ
ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.]
1Cor. 1:1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ
διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
1Cor. 1:2 τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ,
ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις
τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν·
1Cor. 1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
1Cor. 1:4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ
τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
1Cor. 1:6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη
ἐν ὑμῖν,
1Cor. 1:7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι
ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ·
1Cor. 1:8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους
ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ].
1Cor. 1:9 πιστὸς ὁ θεός, δι᾿ οὗ ἐκλήθητε εἰς
κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
1Cor. 1:10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν
σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
1Cor. 1:12 λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ
μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ
Χριστοῦ.
1Cor. 1:13 μεμέρισται ὁ
Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ
ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
1Cor. 1:17 οὐ γὰρ ἀπέστειλέν με Χριστὸς
βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
1Cor. 1:23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον,
Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν,
1Cor. 1:24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ
Ἕλλησιν, Χριστὸν
θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν·
1Cor. 1:25 ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων
ἐστὶν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.
1Cor. 1:30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ,
ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
1Cor. 2:2 οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ
τοῦτον ἐσταυρωμένον.
1Cor. 2:5 ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων
ἀλλ᾿ ἐν δυνάμει θεοῦ.
1Cor. 2:9 ἀλλὰ καθὼς γέγραπται· ἃ ὀφθαλμὸς οὐκ εἶδεν
καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς
ἀγαπῶσιν αὐτόν.
1Cor. 2:11 τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου
εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ
οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
1Cor. 2:13 ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης
σοφίας λόγοις ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
1Cor. 2:14 ψυχικὸς δὲ
ἄνθρωπος οὐ δέχεται τὰ τοῦ
πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς
ἀνακρίνεται.
1Cor. 2:16 τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει
αὐτόν; ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.
1Cor. 3:1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν
ὡς πνευματικοῖς ἀλλ᾿ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν
Χριστῷ.
1Cor. 3:3 ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν
ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
1Cor. 3:4 ὅταν γὰρ λέγῃ τις· ἐγὼ μέν εἰμι Παύλου,
ἕτερος δέ· ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε;
1Cor. 3:11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι
παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
1Cor. 3:21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις·
πάντα γὰρ ὑμῶν ἐστιν,
1Cor. 3:23 ὑμεῖς δὲ
Χριστοῦ, Χριστὸς δὲ
θεοῦ.
1Cor. 4:1 οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος
ὡς ὑπηρέτας Χριστοῦ
καὶ οἰκονόμους μυστηρίων θεοῦ.
1Cor. 4:3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾿ ὑμῶν
ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω.
1Cor. 4:9 δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους
ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
1Cor. 4:10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς
δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι,
ἡμεῖς δὲ ἄτιμοι.
1Cor. 4:15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ᾿
οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
1Cor. 4:17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν
μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [Ἰησοῦ],
καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
1Cor. 5:7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον
φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός.
1Cor. 6:11 καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ
ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ
ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν.
1Cor. 6:15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;
ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
1Cor. 6:18 Φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν
ποιήσῃ ἄνθρωπος
ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
1Cor. 7:1 Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ
γυναικὸς μὴ ἅπτεσθαι·
1Cor. 7:2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ
γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
1Cor. 7:3 τῇ γυναικὶ ὁ
ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως
δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
1Cor. 7:4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει
ἀλλὰ ὁ ἀνήρ,
ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή.
1Cor. 7:7 θέλω δὲ πάντας ἀνθρώπους
εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ
οὕτως.
1Cor. 7:10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ
ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι,
1Cor. 7:11 - ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ
καταλλαγήτω, - καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
1Cor. 7:13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον
καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾿ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
1Cor. 7:14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος
ἐν τῇ γυναικὶ καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν
ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
1Cor. 7:16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις;
ἢ τί οἶδας, ἄνερ,
εἰ τὴν γυναῖκα σώσεις;
1Cor. 7:22 ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος
κυρίου ἐστίν, ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ.
1Cor. 7:23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
1Cor. 7:26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν
ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
1Cor. 7:34 καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ
ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ
γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
1Cor. 7:39 Γυνὴ δέδεται ἐφ᾿ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς·
ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν
κυρίῳ.
1Cor. 8:6 ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα
καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ.
1Cor. 8:11 ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει,
ὁ ἀδελφὸς δι᾿ ὃν Χριστὸς ἀπέθανεν.
1Cor. 8:12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς
καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς
Χριστὸν ἁμαρτάνετε.
1Cor. 9:8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ
λέγει;
1Cor. 9:12 Εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν,
οὐ μᾶλλον ἡμεῖς; ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα
μή τινα ἐγκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
1Cor. 9:21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος
θεοῦ ἀλλ᾿ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους·
1Cor. 10:4 καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα·
ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός.
1Cor. 10:9 μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν,
καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
1Cor.
10:13 πειρασμὸς ὑμᾶς οὐκ
εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.
1Cor.
10:16 Τὸ ποτήριον τῆς εὐλογίας
ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ
Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ
κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
1Cor. 11:1 μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ.
1Cor. 11:3 Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ
κεφαλὴ ὁ Χριστός
ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ
Χριστοῦ ὁ θεός.
1Cor. 11:4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων
καταισχύνει τὴν κεφαλὴν αὐτοῦ.
1Cor. 11:7 Ἀνὴρ
μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ
γυνὴ δὲ δόξα ἀνδρός
ἐστιν.
1Cor. 11:8 οὐ γάρ ἐστιν
ἀνὴρ ἐκ γυναικὸς ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
1Cor. 11:9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν
γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
1Cor.
11:11 πλὴν οὔτε γυνὴ
χωρὶς ἀνδρὸς
οὔτε ἀνὴρ
χωρὶς γυναικὸς ἐν κυρίῳ·
1Cor.
11:12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ
τοῦ ἀνδρός,
οὕτως καὶ ὁ ἀνὴρ
διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
1Cor.
11:14 οὐδὲ ἡ φύσις αὐτὴ
διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν,
1Cor.
11:28 δοκιμαζέτω δὲ ἄνθρωπος
ἑαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
1Cor.
12:12 Καθάπερ γὰρ τὸ σῶμα
ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν
σῶμα, οὕτως καὶ ὁ Χριστός·
1Cor.
12:27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ
μέλη ἐκ μέρους.
1Cor. 13:1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων
λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
1Cor.
13:11 ὅτε ἤμην νήπιος, ἐλάλουν
ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα
τὰ τοῦ νηπίου.
1Cor. 14:2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις
λαλεῖ ἀλλὰ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
1Cor. 14:3 ὁ δὲ προφητεύων ἀνθρώποις
λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
1Cor.
14:35 εἰ δέ τι μαθεῖν θέλουσιν,
ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναικὶ
λαλεῖν ἐν ἐκκλησίᾳ.
1Cor. 15:3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον,
ὅτι Χριστὸς
ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς
1Cor.
15:12 Εἰ δὲ Χριστὸς
κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις
νεκρῶν οὐκ ἔστιν;
1Cor.
15:13 εἰ δὲ ἀνάστασις
νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
1Cor.
15:14 εἰ δὲ Χριστὸς οὐκ
ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν·
1Cor.
15:15 εὑρισκόμεθα δὲ καὶ
ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν
οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
1Cor.
15:16 εἰ γὰρ νεκροὶ οὐκ
ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
1Cor.
15:17 εἰ δὲ Χριστὸς οὐκ
ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,
1Cor.
15:18 ἄρα καὶ οἱ κοιμηθέντες
ἐν Χριστῷ
ἀπώλοντο.
1Cor.
15:19 εἰ ἐν τῇ ζωῇ ταύτῃ
ἐν Χριστῷ
ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
1Cor.
15:20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται
ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων.
1Cor.
15:21 ἐπειδὴ γὰρ δι᾿ ἀνθρώπου
θάνατος, καὶ δι᾿ ἀνθρώπου ἀνάστασις νεκρῶν.
1Cor.
15:22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ
πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
1Cor.
15:23 Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ
τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ
Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,
1Cor.
15:31 καθ᾿ ἡμέραν ἀποθνῄσκω,
νὴ τὴν ὑμετέραν καύχησιν, [ἀδελφοί,] ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
1Cor.
15:32 εἰ κατὰ ἄνθρωπον
ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ
πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
1Cor.
15:39 Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ
σὰρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ
πτηνῶν, ἄλλη δὲ ἰχθύων.
1Cor.
15:45 οὕτως καὶ γέγραπται·
ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ
εἰς πνεῦμα ζῳοποιοῦν.
1Cor.
15:47 ὁ πρῶτος ἄνθρωπος
ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
1Cor.
15:57 τῷ δὲ θεῷ χάρις τῷ
διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
1Cor.
16:24 ἡ ἀγάπη μου μετὰ
πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
2Cor. 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ
διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ
σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ,
2Cor. 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
2Cor. 1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ,
ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,
2Cor. 1:5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς
ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
2Cor. 1:19 ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν
ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ
καὶ οὒ ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν.
2Cor. 1:21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ
χρίσας ἡμᾶς θεός,
2Cor. 2:10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ
κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι᾿ ὑμᾶς ἐν προσώπῳ
Χριστοῦ,
2Cor. 2:12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον
τοῦ Χριστοῦ
καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
2Cor. 2:14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι
ἡμᾶς ἐν τῷ Χριστῷ
καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ·
2Cor. 2:15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ
ἐν τοῖς ἀπολλυμένοις,
2Cor. 2:17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες
τὸν λόγον τοῦ θεοῦ, ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας, ἀλλ᾿ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ
λαλοῦμεν.
2Cor. 3:2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη
ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
2Cor. 3:3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ
διακονηθεῖσα ὑφ᾿ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν
πλαξὶν λιθίναις ἀλλ᾿ ἐν πλαξὶν καρδίαις σαρκίναις.
2Cor. 3:4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς
τὸν θεόν.
2Cor. 3:14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ
τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει,
μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται·
2Cor. 4:2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης,
μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ ἀλλὰ τῇ φανερώσει
τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων
ἐνώπιον τοῦ θεοῦ.
2Cor. 4:4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν
τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης
τοῦ Χριστοῦ,
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
2Cor. 4:5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Ἰησοῦν Χριστὸν κύριον,
ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
2Cor. 4:6 ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει,
ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν
προσώπῳ [Ἰησοῦ] Χριστοῦ.
2Cor. 4:16 Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος
διαφθείρεται, ἀλλ᾿ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
2Cor. 5:10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν
τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος
πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
2Cor. 5:11 Εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου ἀνθρώπους
πείθομεν, θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.
2Cor. 5:14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ
συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον·
2Cor. 5:16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν
κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
2Cor. 5:17 ὥστε εἴ τις ἐν Χριστῷ,
καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά·
2Cor. 5:18 τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ τοῦ καταλλάξαντος
ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
2Cor. 5:19 ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον
καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν καὶ θέμενος ἐν ἡμῖν
τὸν λόγον τῆς καταλλαγῆς.
2Cor. 5:20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος
δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.
2Cor. 6:15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς
Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου;
2Cor. 8:9 γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ,
ὅτι δι᾿ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
2Cor. 8:21 προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον
κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
2Cor. 8:23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς
συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
2Cor. 9:13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης
δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ
ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
2Cor. 10:1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς
πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν
δὲ θαρρῶ εἰς ὑμᾶς·
2Cor. 10:5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως
τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
2Cor. 10:7 Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν
ἑαυτῷ Χριστοῦ
εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ᾿ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως
καὶ ἡμεῖς.
2Cor.
10:14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι
εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,
2Cor. 11:2 ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς
ἑνὶ ἀνδρὶ
παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
2Cor. 11:3 φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν
Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος]
τῆς εἰς τὸν Χριστόν.
2Cor.
11:10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν
ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.
2Cor.
11:13 οἱ γὰρ τοιοῦτοι
ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
2Cor.
11:23 διάκονοι Χριστοῦ εἰσιν;
παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν
πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
2Cor. 12:2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα,
εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου
οὐρανοῦ.
2Cor. 12:3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον,
εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν,
2Cor. 12:4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν
ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
2Cor. 12:9 καὶ εἴρηκέν μοι· ἀρκεῖ σοι ἡ χάρις μου,
ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις
μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
2Cor.
12:10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις,
ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν
γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
2Cor.
12:19 Πάλαι δοκεῖτε ὅτι
ὑμῖν ἀπολογούμεθα. κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν
οἰκοδομῆς.
2Cor. 13:3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς
εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
2Cor. 13:5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει,
ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν
ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε.
2Cor.
13:13 Ἡ χάρις τοῦ κυρίου
Ἰησοῦ Χριστοῦ
καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.
Gal. 1:1 Παῦλος ἀπόστολος οὐκ ἀπ᾿ ἀνθρώπων
οὐδὲ δι᾿ ἀνθρώπου
ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ
νεκρῶν,
Gal. 1:3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ
Gal. 1:6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ
τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι [Χριστοῦ] εἰς ἕτερον
εὐαγγέλιον,
Gal. 1:7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ
ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
Gal. 1:10 Ἄρτι γὰρ
ἀνθρώπους πείθω ἢ τὸν θεόν;
ἢ ζητῶ ἀνθρώποις
ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος
οὐκ ἂν ἤμην.
Gal. 1:11 Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον
τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
Gal. 1:12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου
παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
Gal. 1:22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις
τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ.
Gal. 2:4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους,
οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ,
ἵνα ἡμᾶς καταδουλώσουσιν,
Gal. 2:6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, - ὁποῖοί
ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαμβάνει - ἐμοὶ γὰρ οἱ δοκοῦντες
οὐδὲν προσανέθεντο,
Gal. 2:16 εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος
ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς
Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα
δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου
οὐ δικαιωθήσεται πᾶσα σάρξ.
Gal. 2:17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν
καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
Gal. 2:19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ
ζήσω. Χριστῷ
συνεσταύρωμαι·
Gal. 2:20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ
δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ
παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Gal. 2:21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ
νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
Gal. 3:1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν,
οἷς κατ᾿ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;
Gal. 3:13 Χριστὸς
ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται·
ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,
Gal. 3:14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται
ἐν Χριστῷ
Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Gal. 3:15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου
κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
Gal. 3:16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ
τῷ σπέρματι αὐτοῦ. οὐ λέγει· καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός·
καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός.
Gal. 3:22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν,
ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
Gal. 3:24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα
ἐκ πίστεως δικαιωθῶμεν·
Gal. 3:26 Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως
ἐν Χριστῷ
Ἰησοῦ·
Gal. 3:27 ὅσοι γὰρ εἰς
Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
Gal. 3:28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος
οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
Gal. 3:29 εἰ δὲ ὑμεῖς
Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ,
κατ᾿ ἐπαγγελίαν κληρονόμοι.
Gal. 4:14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου
οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
Gal. 4:19 τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ
μορφωθῇ Χριστὸς
ἐν ὑμῖν·
Gal. 4:27 γέγραπται γάρ· εὐφράνθητι, στεῖρα ἡ οὐ
τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον
ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Gal. 5:1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν·
στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
Gal. 5:2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς
οὐδὲν ὠφελήσει.
Gal. 5:3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ
περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
Gal. 5:4 κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες
ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
Gal. 5:6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία
ἀλλὰ πίστις δι᾿ ἀγάπης ἐνεργουμένη.
Gal. 5:24 οἱ δὲ τοῦ
Χριστοῦ [Ἰησοῦ] τὴν σάρκα ἐσταύρωσαν
σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
Gal. 6:1 Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος
ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι
πραΰτητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
Gal. 6:2 Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε
τὸν νόμον τοῦ Χριστοῦ.
Gal. 6:7 Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. ὃ γὰρ
ἐὰν σπείρῃ ἄνθρωπος,
τοῦτο καὶ θερίσει·
Gal. 6:12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι
ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ
διώκωνται.
Gal. 6:14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ
σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.
Gal. 6:18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Eph. 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ
διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν [ἐν Ἐφέσῳ] καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ,
Eph. 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Eph. 1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ,
ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
Eph. 1:5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς
αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
Eph. 1:10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν,
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν
αὐτῷ.
Eph. 1:12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ
τοὺς προηλπικότας ἐν τῷ Χριστῷ.
Eph. 1:17 ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ
πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
Eph. 1:20 Ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας
αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
Eph. 2:5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν
συνεζωοποίησεν τῷ Χριστῷ, - χάριτί ἐστε σεσῳσμένοι -
Eph. 2:6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις
ἐν Χριστῷ
Ἰησοῦ,
Eph. 2:7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις
τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
Eph. 2:10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ
ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
Eph. 2:12 ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι
τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες
καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
Eph. 2:13 νυνὶ δὲ ἐν
Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες
μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
Eph. 2:15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν
καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην
Eph. 2:20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων
καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,
Eph. 3:1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ]
ὑπὲρ ὑμῶν τῶν ἐθνῶν
Eph. 3:4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν
σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,
Eph. 3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς
τῶν ἀνθρώπων
ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,
Eph. 3:6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα
καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,
Eph. 3:8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη
ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ
Eph. 3:11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν
τῷ Χριστῷ
Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,
Eph. 3:16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ
δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,
Eph. 3:17 κατοικῆσαι τὸν Χριστὸν διὰ
τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι,
Eph. 3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως
ἀγάπην τοῦ Χριστοῦ,
ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
Eph. 3:21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ
εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν.
Eph. 4:7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ
μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Eph. 4:8 διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν
αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
Eph. 4:12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον
διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
Eph. 4:13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα
τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον
ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
Eph. 4:14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι
καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων,
ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης,
Eph. 4:15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν
τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός,
Eph. 4:20 ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
Eph. 4:22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν
τὸν παλαιὸν ἄνθρωπον
τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
Eph. 4:24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον
τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
Eph. 4:32 γίνεσθε [δὲ] εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι,
χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
Eph. 5:2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν
ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
Eph. 5:5 τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος
ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ
βασιλείᾳ τοῦ Χριστοῦ
καὶ θεοῦ.
Eph. 5:14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ
λέγει· ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Eph. 5:20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί.
Eph. 5:21 Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ,
Eph. 5:22 αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς
τῷ κυρίῳ,
Eph. 5:23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς
κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·
Eph. 5:24 ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως
καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
Eph. 5:25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν
τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
Eph. 5:28 οὕτως ὀφείλουσιν [καὶ] οἱ ἄνδρες ἀγαπᾶν
τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ.
Eph. 5:29 Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν
ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,
Eph. 5:31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος
[τὸν] πατέρα καὶ [τὴν] μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται
οἱ δύο εἰς σάρκα μίαν.
Eph. 5:32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω
εἰς Χριστὸν
καὶ εἰς τὴν ἐκκλησίαν.
Eph. 5:33 πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα, ἕκαστος τὴν
ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Eph. 6:5 Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα
κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ,
Eph. 6:6 μὴ κατ᾿ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι
ἀλλ᾿ ὡς δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς,
Eph. 6:7 μετ᾿ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ
οὐκ ἀνθρώποις,
Eph. 6:23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως
ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Eph. 6:24 ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον
ἡμῶν Ἰησοῦν Χριστὸν
ἐν ἀφθαρσίᾳ.
Phil. 1:1 Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ
πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις
καὶ διακόνοις,
Phil. 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Phil. 1:6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν
ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·
Phil. 1:8 μάρτυς γάρ μου ὁ θεός ὡς ἐπιποθῶ πάντας
ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
Phil. 1:10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα
ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
Phil. 1:11 πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ
Ἰησοῦ Χριστοῦ
εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
Phil. 1:13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι
ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν,
Phil. 1:15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς
δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
Phil. 1:17 οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν
καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
Phil. 1:18 Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει
εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω. Ἀλλὰ καὶ χαρήσομαι,
Phil. 1:19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς
σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ
Phil. 1:20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι
ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ᾿ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν
τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
Phil. 1:21 Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ
τὸ ἀποθανεῖν κέρδος.
Phil. 1:23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων
εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [γὰρ] μᾶλλον κρεῖσσον·
Phil. 1:26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ
ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
Phil. 1:27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ
πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε
ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου
Phil. 1:29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ
μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
Phil. 2:1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ
τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
Phil. 2:5 Τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
Phil. 2:7 ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών,
ἐν ὁμοιώματι ἀνθρώπων
γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
Phil. 2:11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος
Ἰησοῦς Χριστὸς
εἰς δόξαν θεοῦ πατρός.
Phil. 2:16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ
εἰς ἡμέραν Χριστοῦ,
ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
Phil. 2:21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ
Ἰησοῦ Χριστοῦ.
Phil. 2:30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι
θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς
πρός με λειτουργίας.
Phil. 3:3 ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι
θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
Phil. 3:7 [Ἀλλὰ] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι
διὰ τὸν Χριστὸν
ζημίαν.
Phil. 3:8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν
εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δι᾿ ὃν τὰ πάντα ἐζημιώθην,
καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω
Phil. 3:9 καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν
δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
Phil. 3:12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι,
διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ᾿ ᾧ καὶ κατελήμφθην ὑπὸ
Χριστοῦ [Ἰησοῦ].
Phil. 3:14 κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω
κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
Phil. 3:18 πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον
ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
Phil. 3:20 ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,
ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν,
Phil. 4:5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.
ὁ κύριος ἐγγύς.
Phil. 4:7 καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα
νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Phil. 4:19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν
κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
Phil. 4:21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ.
ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
Phil. 4:23 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ
μετὰ τοῦ πνεύματος ὑμῶν.
Col. 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ
διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
Col. 1:2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς
ἐν Χριστῷ,
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν.
Col. 1:3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ
πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
Col. 1:4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ
καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
Col. 1:7 καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ
συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ,
Col. 1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν
καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν
ἡ ἐκκλησία,
Col. 1:27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος
τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν
ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
Col. 1:28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον
καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον
τέλειον ἐν Χριστῷ·
Col. 2:2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν
συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν
τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ,
Col. 2:5 εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι
σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως
ὑμῶν.
Col. 2:6 Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν
τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,
Col. 2:8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν
διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,
κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
Col. 2:11 Ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ
ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
Col. 2:17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα
τοῦ Χριστοῦ.
Col. 2:20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ
τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
Col. 2:22 ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει,
κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων,
Col. 3:1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ
ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
Col. 3:3 ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται
σὺν τῷ Χριστῷ
ἐν τῷ θεῷ·
Col. 3:4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ
φανερωθήσεσθε ἐν δόξῃ.
Col. 3:9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι
τὸν παλαιὸν ἄνθρωπον
σὺν ταῖς πράξεσιν αὐτοῦ
Col. 3:11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος,
περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ [τὰ] πάντα
καὶ ἐν πᾶσιν Χριστός.
Col. 3:15 καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ
βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι
γίνεσθε.
Col. 3:16 Ὁ λόγος τοῦ
Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως,
ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς ὕμνοις ᾠδαῖς
πνευματικαῖς ἐν [τῇ] χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
Col. 3:18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς
ἀνῆκεν ἐν κυρίῳ.
Col. 3:19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς
αὐτάς.
Col. 3:23 ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ
κυρίῳ καὶ οὐκ ἀνθρώποις,
Col. 3:24 εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν
τῆς κληρονομίας. τῷ κυρίῳ Χριστῷ δουλεύετε·
Col. 4:3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ
θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ,
δι᾿ ὃ καὶ δέδεμαι,
Col. 4:12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ [Ἰησοῦ],
πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ
πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
1Th. 1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ
Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη.
1Th. 1:3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως
καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν
τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
1Th. 2:4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ
πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς
ἀνθρώποις ἀρέσκοντες ἀλλὰ
θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
1Th. 2:6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων
δόξαν οὔτε ἀφ᾿ ὑμῶν οὔτε ἀπ᾿ ἄλλων,
1Th. 2:7 δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.
ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,
1Th. 2:13 Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ
θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾿ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων
ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
1Th. 2:14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν
ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν
ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
1Th. 2:15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν
καὶ τοὺς προφήτας καὶ ἡμᾶς ἐκδιωξάντων καὶ θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις
ἐναντίων,
1Th. 3:2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν
καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ
τῆς πίστεως ὑμῶν
1Th. 4:8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον
ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν [καὶ] διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
1Th. 4:16 ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν
φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ᾿ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται
πρῶτον,
1Th. 5:9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ
εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ
1Th. 5:18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα
θεοῦ ἐν Χριστῷ
Ἰησοῦ εἰς ὑμᾶς.
1Th. 5:23 Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς
ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ
παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
1Th. 5:28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
μεθ᾿ ὑμῶν.
2Th. 1:1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ
Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,
2Th. 1:2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν]
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
2Th. 1:12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν
Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
2Th. 2:1 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς
παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτὸν
2Th. 2:3 Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον.
ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ
ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς
τῆς ἀπωλείας,
2Th. 2:14 εἰς ὃ [καὶ] ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου
ἡμῶν εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ.
2Th. 2:16 Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ
[ὁ] θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν
ἐν χάριτι,
2Th. 3:2 καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ
πονηρῶν ἀνθρώπων·
οὐ γὰρ πάντων ἡ πίστις.
2Th. 3:5 Ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας
εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ
Χριστοῦ.
2Th. 3:6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι
τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως
περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ᾿ ἡμῶν.
2Th. 3:12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ
παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον
ἐσθίωσιν.
2Th. 3:18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
μετὰ πάντων ὑμῶν.
1Tim. 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ
κατ᾿ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
1Tim. 1:2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις ἔλεος
εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
1Tim. 1:12 Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ
τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν
1Tim. 1:14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν
μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
1Tim. 1:15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος,
ὅτι Χριστὸς
Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
1Tim. 1:16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ
ἐνδείξηται Χριστὸς
Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ
εἰς ζωὴν αἰώνιον.
1Tim. 2:1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις
προσευχὰς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων,
1Tim. 2:4 ὃς πάντας
ἀνθρώπους θέλει σωθῆναι καὶ
εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
1Tim. 2:5 εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος
Χριστὸς Ἰησοῦς,
1Tim. 2:8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν
παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.
1Tim. 2:12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ
αὐθεντεῖν ἀνδρός,
ἀλλ᾿ εἶναι ἐν ἡσυχίᾳ.
1Tim. 3:2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι,
μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν,
1Tim. 3:12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων
καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
1Tim. 3:13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς
καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
1Tim. 4:6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ
διάκονος Χριστοῦ
Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ
παρηκολούθηκας·
1Tim. 4:10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα,
ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων
ἀνθρώπων μάλιστα πιστῶν.
1Tim. 5:9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα
γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
1Tim. 5:11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ
καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν
1Tim. 5:21 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ
καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ
πρόσκλισιν.
1Tim. 5:24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι
εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν·
1Tim. 6:3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται
ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ,
1Tim. 6:5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων
τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
1Tim. 6:9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς
πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν
τοὺς ἀνθρώπους
εἰς ὄλεθρον καὶ ἀπώλειαν.
1Tim. 6:11 Σὺ δέ, ὦ
ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε·
δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν, ἀγάπην ὑπομονὴν πραϋπαθίαν.
1Tim. 6:13 παραγγέλλω [σοι] ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος
τὰ πάντα καὶ Χριστοῦ
Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
1Tim. 6:14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον
μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
1Tim. 6:16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον,
ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος
αἰώνιον, ἀμήν.
2Tim. 1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ
διὰ θελήματος θεοῦ κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ
2Tim. 1:2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ, χάρις ἔλεος εἰρήνη
ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
2Tim. 1:9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει
ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν
ἐν Χριστῷ
Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
2Tim. 1:10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας
τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος
δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου
2Tim. 1:13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿
ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ·
2Tim. 2:1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι
τῇ ἐν Χριστῷ
Ἰησοῦ,
2Tim. 2:2 καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων,
ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους
διδάξαι.
2Tim. 2:3 Συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.
2Tim. 2:8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον
ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου,
2Tim. 2:10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς,
ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
2Tim. 3:2 ἔσονται γὰρ οἱ ἄνθρωποι
φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι
ἀνόσιοι
2Tim. 3:8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν
Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι
περὶ τὴν πίστιν.
2Tim. 3:12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ
διωχθήσονται.
2Tim. 3:13 πονηροὶ δὲ
ἄνθρωποι καὶ γόητες προκόψουσιν
ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.
2Tim. 3:15 καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα
οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
2Tim. 3:17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος,
πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
2Tim. 4:1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ
τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν
βασιλείαν αὐτοῦ·
Titus 1:1 Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ
κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν
Titus 1:4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν, χάρις
καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
Titus 1:6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα
ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
Titus 1:14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων
ἀποστρεφομένων τὴν ἀλήθειαν.
Titus 2:5 σώφρονας ἁγνὰς οἰκουργοὺς ἀγαθάς, ὑποτασσομένας
τοῖς ἰδίοις ἀνδράσιν,
ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
Titus 2:11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
Titus 2:13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν
τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ,
Titus 3:2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς,
πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
Titus 3:6 οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ
σωτῆρος ἡμῶν,
Titus 3:8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί
σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ·
ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
Titus 3:10 αἱρετικὸν
ἄνθρωπον μετὰ μίαν καὶ
δευτέραν νουθεσίαν παραιτοῦ,
Philem. 1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ
καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Philem. 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν
καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Philem. 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς
γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς
Χριστόν.
Philem. 8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν
σοι τὸ ἀνῆκον
Philem. 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος
ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ·
Philem. 20 ναὶ ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν
μου τὰ σπλάγχνα ἐν Χριστῷ.
Philem. 23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός
μου ἐν Χριστῷ
Ἰησοῦ,
Philem. 25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ
μετὰ τοῦ πνεύματος ὑμῶν.
Heb. 2:6 διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος
ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
Heb. 3:6 Χριστὸς
δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν[περ] τὴν παρρησίαν καὶ
τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν.
Heb. 3:14 μέτοχοι γὰρ τοῦ Χριστοῦ
γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν -
Heb. 5:1 Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων
λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα
προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
Heb. 5:5 Οὕτως καὶ ὁ
Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι
ἀρχιερέα ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
Heb. 6:1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον
ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ
νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν,
Heb. 6:16 ἄνθρωποι
γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν
ὁ ὅρκος·
Heb. 7:8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι
λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
Heb. 7:28 ὁ νόμος γὰρ
ἀνθρώπους καθίστησιν ἀρχιερεῖς
ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα
τετελειωμένον.
Heb. 8:2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς
ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.
Heb. 9:11 Χριστὸς
δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας
σκηνῆς οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν οὐ ταύτης τῆς κτίσεως,
Heb. 9:14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς
διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν
ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
Heb. 9:24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα
τῶν ἀληθινῶν, ἀλλ᾿ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ
ἡμῶν·
Heb. 9:27 καὶ καθ᾿ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις
ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
Heb. 9:28 οὕτως καὶ ὁ
Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ
πολλῶν ἀνενεγκεῖν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις
εἰς σωτηρίαν.
Heb. 10:10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς
προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
Heb. 11:26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου
θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
Heb. 13:6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· κύριος ἐμοὶ
βοηθός, [καὶ] οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος;
Heb. 13:8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
Heb. 13:21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ
ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ
ἡ δόξα εἰς τοὺς αἰῶνας [τῶν αἰώνων], ἀμήν.
James 1:1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος
ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
James 1:7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος
ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου,
James 1:8 ἀνὴρ
δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
James 1:12 Μακάριος
ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος
γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
James 1:19 Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος
ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
James 1:20 ὀργὴ γὰρ
ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
James 1:23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ
ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν
ἐσόπτρῳ·
James 2:1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε
τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
James 2:2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ
χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
James 2:20 Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε
κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
James 2:24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος
καὶ οὐκ ἐκ πίστεως μόνον.
James 3:2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ
οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
James 3:7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν
τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ
ἀνθρωπίνῃ,
James 3:8 τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων,
ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
James 3:9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα
καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾿ ὁμοίωσιν θεοῦ γεγονότας,
James 5:17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ
προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας
ἕξ·
1Pet. 1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς
παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας,
1Pet. 1:2 κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν ἁγιασμῷ
πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ
Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη
πληθυνθείη.
1Pet. 1:3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ,
ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ
νεκρῶν,
1Pet. 1:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως
πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον
καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
1Pet. 1:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου
τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν
παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.
1Pet. 1:13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας
ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
1Pet. 1:19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
1Pet. 2:4 πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων
μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον,
1Pet. 2:5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε
οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους
[τῷ] θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
1Pet. 2:13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ
κτίσει διὰ τὸν κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
1Pet. 2:15 ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ ἀγαθοποιοῦντας
φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν,
1Pet. 2:21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν
ὑπὲρ ὑμῶν ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ,
1Pet. 3:1 Ὁμοίως [αἱ] γυναῖκες, ὑποτασσόμεναι τοῖς
ἰδίοις ἀνδράσιν,
ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου
κερδηθήσονται,
1Pet. 3:4 ἀλλ᾿ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος
ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ
πολυτελές.
1Pet. 3:5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ
ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
1Pet. 3:7 Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ
σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς εἰς τὸ
μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
1Pet. 3:15 κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς
καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς
ἐν ὑμῖν ἐλπίδος,
1Pet. 3:16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν
ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν
ἐν Χριστῷ
ἀναστροφήν.
1Pet. 3:18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων,
ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
1Pet. 3:21 ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα,
οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾿ ἀναστάσεως
Ἰησοῦ Χριστοῦ,
1Pet. 4:1 Χριστοῦ
οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται
ἁμαρτίας
1Pet. 4:2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις
ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
1Pet. 4:6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα
κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
1Pet. 4:11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις
διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ
ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
1Pet. 4:13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ
παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
1Pet. 4:14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ,
μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾿ ὑμᾶς ἀναπαύεται.
1Pet. 5:1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ
συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι
δόξης κοινωνός·
1Pet. 5:10 Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς
εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ [Ἰησοῦ], ὀλίγον παθόντας αὐτὸς καταρτίσει,
στηρίξει, σθενώσει, θεμελιώσει.
1Pet. 5:14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.
2Pet. 1:1 Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς
ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ,
2Pet. 1:8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα
οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
2Pet. 1:11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν
ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
2Pet. 1:14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ
σκηνώματός μου καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι,
2Pet. 1:16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες
ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν ἀλλ᾿ ἐπόπται γενηθέντες
τῆς ἐκείνου μεγαλειότητος.
2Pet. 1:21 οὐ γὰρ θελήματι ἀνθρώπου
ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ θεοῦ ἄνθρωποι.
2Pet. 2:16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον
ἄφωνον ἐν ἀνθρώπου
φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
2Pet. 2:20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου
ἐν ἐπιγνώσει τοῦ κυρίου [ἡμῶν] καὶ σωτῆρος Ἰησοῦ
Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες
ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
2Pet. 3:7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ
τεθησαυρισμένοι εἰσὶν πυρί τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
2Pet. 3:18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ
κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος.
[ἀμήν.]
1John 1:3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν
καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾿ ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα
μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.
1John 2:1 Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε.
καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον·
1John 2:22 Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι
Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν
πατέρα καὶ τὸν υἱόν.
1John 3:23 Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα
πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν
ἡμῖν.
1John 4:2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ·
πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,
1John 5:1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ἐκ
τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ [καὶ] τὸν γεγεννημένον
ἐξ αὐτοῦ.
1John 5:6 οὗτός ἐστιν ὁ ἐλθὼν δι᾿ ὕδατος καὶ αἵματος,
Ἰησοῦς Χριστός,
οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ᾿ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ
μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
1John 5:9 εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων
λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν· ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ
ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
1John 5:20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ
δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν
τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
2John 3 ἔσται μεθ᾿ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ
θεοῦ πατρὸς καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρὸς ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
2John 7 Ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον,
οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος
καὶ ὁ ἀντίχριστος.
2John 9 Πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ
τοῦ Χριστοῦ
θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
Jude 1 Ἰούδας Ἰησοῦ
Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου,
τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
Jude 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι,
οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα
μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
Jude 17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων
τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Jude 21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε προσδεχόμενοι
τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
Jude 25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ
κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ
εἰς πάντας τοὺς αἰῶνας, ἀμήν. κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ
δρέπανον ὀξύ. ησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν μέτρον ἀνθρώπου,
ὅ ἐστιν ἀγγέλου.